καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγωνπαραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ ἕνα ἀφ᾽ ἑκάστης φυλῆςσύνταξον αὐτοῖς λέγων ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτακαὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ ἕνα ἀφ᾽ ἑκάστης φυλῆςεἶπεν αὐτοῖς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖνκαὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνοςκαὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέραςεἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησανκαὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶνκαὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆςτετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλινἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν Ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους Ισραηλ καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν ὅσον χρόνον ἔζηκαὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγωνἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ιορδάνουκαὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων ἔκβητε ἐκ τοῦ Ιορδάνουκαὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι᾽ ὅλης τῆς κρηπῖδοςκαὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχωκαὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ Ιορδάνου ἔστησεν Ἰησοῦς ἐν Γαλγαλοιςλέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες τί εἰσιν οἱ λίθοι οὗτοιἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι ἐπὶ ξηρᾶς διέβη Ισραηλ τὸν Ιορδάνηνἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομενὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ

