οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευίταις ὅλῃ φυλῇ Λευι μερὶς οὐδὲ κλῆρος μετὰ Ισραηλ καρπώματα κυρίου ὁ κλῆρος αὐτῶν φάγονται αὐτάκλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν κύριος αὐτὸς κλῆρος αὐτοῦ καθότι εἶπεν αὐτῷκαὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα ἐάν τε μόσχον ἐάν τε πρόβατον καὶ δώσει τῷ ἱερεῖ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρονκαὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷὅτι αὐτὸν ἐξελέξατο κύριος ὁ θεός σου ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι κυρίου τοῦ θεοῦ σου λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ισραηλἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν ἐκ πάντων τῶν υἱῶν Ισραηλ οὗ αὐτὸς παροικεῖ καθότι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριοςκαὶ λειτουργήσει τῷ ὀνόματι κυρίου τοῦ θεοῦ αὐτοῦ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἔναντι κυρίουμερίδα μεμερισμένην φάγεται πλὴν τῆς πράσεως τῆς κατὰ πατριάνἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνωνοὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί μαντευόμενος μαντείαν κληδονιζόμενος καὶ οἰωνιζόμενος φαρμακόςἐπαείδων ἐπαοιδήν ἐγγαστρίμυθος καὶ τερατοσκόπος ἐπερωτῶν τοὺς νεκρούςἔστιν γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ σοῦτέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σουτὰ γὰρ ἔθνη ταῦτα οὓς σὺ κατακληρονομεῖς αὐτούς οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται σοὶ δὲ οὐχ οὕτως ἔδωκεν κύριος ὁ θεός σουπροφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος ὁ θεός σου αὐτοῦ ἀκούσεσθεκατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι οὐδὲ μὴ ἀποθάνωμενκαὶ εἶπεν κύριος πρός με ὀρθῶς πάντα ὅσα ἐλάλησανπροφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷκαὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦπλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι καὶ ὃς ἂν λαλήσῃ ἐπ᾽ ὀνόματι θεῶν ἑτέρων ἀποθανεῖται ὁ προφήτης ἐκεῖνοςἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν κύριοςὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματι κυρίου καὶ μὴ γένηται τὸ ῥῆμα καὶ μὴ συμβῇ τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν κύριος ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος οὐκ ἀφέξεσθε αὐτοῦ

