καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγωνἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆςκαὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶνκαὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνακαὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσακαὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσηςκαὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄροςκαὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδακαὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶκαὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμακαὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶνκαὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳκαὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσηὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ᾽ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶνδύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ᾽ ἀνατολάςκαὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγωνταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυηκαὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆνκαὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννητῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδτῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλωντῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλιτῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφιτῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθατῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχτῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζατῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμιτῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδοὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν

