καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ καὶ ἦν ὁ τόπος τόπος κτήνεσινκαὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντεςΑταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαντὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχεικαὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνηνκαὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦκαὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖςοὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆνκαὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖςκαὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγωνεἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μουπλὴν Χαλεβ υἱὸς Ιεφοννη ὁ διακεχωρισμένος καὶ Ἰησοῦς ὁ τοῦ Ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίουκαὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίουἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλὅτι ἀποστραφήσεσθε ἀπ᾽ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτηνκαὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶνκαὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆνοὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦκαὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖςκαὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμονκαὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦκαὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίουἐὰν δὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακάκαὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετεκαὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντέλλεταιἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδοἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον ὃν τρόπον ὁ κύριος λέγεικαὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ελεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ισραηλκαὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ᾽ ὑμῶν τὸν Ιορδάνην πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσειἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ᾽ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν καὶ συγκατακληρονομηθήσονταιϝξ ἐν ὑμῖν ἐν τῇ γῇ Χαναανκαὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ οὕτως ποιήσομενἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν Χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνουκαὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει φυλῆς Μανασση υἱῶν Ιωσηφ τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς Βασαν τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς πόλεις τῆς γῆς κύκλῳκαὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωθ καὶ τὴν Αροηρκαὶ τὴν Σωφαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰςκαὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτωνκαὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαθαιμκαὶ τὴν Βεελμεων περικεκυκλωμένας καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησανκαὶ ἐπορεύθη υἱὸς Μαχιρ υἱοῦ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇκαὶ ἔδωκεν Μωυσῆς τὴν Γαλααδ τῷ Μαχιρ υἱῷ Μανασση καὶ κατῴκησεν ἐκεῖκαὶ Ιαϊρ ὁ τοῦ Μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ιαϊρκαὶ Ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ

