καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγωνλαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλκαὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγωνἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ ΑἰγύπτουΡουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δῆμος τοῦ Ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουιτῷ Ασρων δῆμος τοῦ Ασρωνι τῷ Χαρμι δῆμος τοῦ Χαρμιοὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντακαὶ υἱοὶ Φαλλου Ελιαβκαὶ υἱοὶ Ελιαβ Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίουκαὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳοἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανονκαὶ οἱ υἱοὶ Συμεων ὁ δῆμος τῶν υἱῶν Συμεων τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιαχιν δῆμος ὁ Ιαχινιτῷ Ζαρα δῆμος ὁ Ζαραϊ τῷ Σαουλ δῆμος ὁ Σαουλιοὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοιυἱοὶ Γαδ κατὰ δήμους αὐτῶν τῷ Σαφων δῆμος ὁ Σαφωνι τῷ Αγγι δῆμος ὁ Αγγι τῷ Σουνι δῆμος ὁ Σουνιτῷ Αζενι δῆμος ὁ Αζενι τῷ Αδδι δῆμος ὁ Αδδιτῷ Αροαδι δῆμος ὁ Αροαδι τῷ Αριηλ δῆμος ὁ Αριηλιοὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοιυἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χαναανἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν τῷ Σηλων δῆμος ὁ Σηλωνι τῷ Φαρες δῆμος ὁ Φαρες τῷ Ζαρα δῆμος ὁ Ζαραϊκαὶ ἐγένοντο υἱοὶ Φαρες τῷ Ασρων δῆμος ὁ Ασρωνι τῷ Ιαμουν δῆμος ὁ Ιαμουνιοὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοικαὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ Θωλα δῆμος ὁ Θωλαϊ τῷ Φουα δῆμος ὁ Φουαϊτῷ Ιασουβ δῆμος ὁ Ιασουβι τῷ Σαμαραν δῆμος ὁ Σαμαρανιοὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοιυἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν τῷ Σαρεδ δῆμος ὁ Σαρεδι τῷ Αλλων δῆμος ὁ Αλλωνι τῷ Αλληλ δῆμος ὁ Αλληλιοὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοιυἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν Μανασση καὶ Εφραιμυἱοὶ Μανασση τῷ Μαχιρ δῆμος ὁ Μαχιρι καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ τῷ Γαλααδ δῆμος ὁ Γαλααδικαὶ οὗτοι υἱοὶ Γαλααδ τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι τῷ Χελεγ δῆμος ὁ Χελεγιτῷ Εσριηλ δῆμος ὁ Εσριηλι τῷ Συχεμ δῆμος ὁ Συχεμιτῷ Συμαερ δῆμος ὁ Συμαερι καὶ τῷ Οφερ δῆμος ὁ Οφερικαὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ᾽ ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσαοὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοικαὶ οὗτοι υἱοὶ Εφραιμ τῷ Σουταλα δῆμος ὁ Σουταλαϊ τῷ Ταναχ δῆμος ὁ Ταναχιοὗτοι υἱοὶ Σουταλα τῷ Εδεν δῆμος ὁ Εδενιοὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶνυἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν τῷ Βαλε δῆμος ὁ Βαλεϊ τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανιτῷ Σωφαν δῆμος ὁ Σωφανικαὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ καὶ Νοεμαν τῷ Αδαρ δῆμος ὁ Αδαρι τῷ Νοεμαν δῆμος ὁ Νοεμανιοὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοικαὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν τῷ Σαμι δῆμος ὁ Σαμι οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶνπάντες οἱ δῆμοι Σαμι κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοιυἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιεσου δῆμος ὁ Ιεσουι τῷ Βαρια δῆμος ὁ Βαριαϊτῷ Χοβερ δῆμος ὁ Χοβερι τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλικαὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαραοὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοιυἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν τῷ Ασιηλ δῆμος ὁ Ασιηλι τῷ Γαυνι δῆμος ὁ Γαυνιτῷ Ιεσερ δῆμος ὁ Ιεσερι τῷ Σελλημ δῆμος ὁ Σελλημιοὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοιαὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντακαὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγωντούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτωντοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶνδιὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσινἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγωνκαὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν τῷ Γεδσων δῆμος ὁ Γεδσωνι τῷ Κααθ δῆμος ὁ Κααθι τῷ Μεραρι δῆμος ὁ Μεραριοὗτοι δῆμοι υἱῶν Λευι δῆμος ὁ Λοβενι δῆμος ὁ Χεβρωνι δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι καὶ Κααθ ἐγέννησεν τὸν Αμραμκαὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶνκαὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρκαὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινακαὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλκαὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχωκαὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σιναὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη

