Tredje Moseboken 3


ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ ἐάν τε ἄρσεν ἐάν τε θῆλυ ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίουκαὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳκαὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίαςκαὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖκαὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ θυσίαν σωτηρίου τῷ κυρίῳ ἄρσεν ἢ θῆλυ ἄμωμον προσοίσει αὐτόἐὰν ἄρνα προσαγάγῃ τὸ δῶρον αὐτοῦ προσάξει αὐτὸ ἔναντι κυρίουκαὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου αὐτοῦ καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳκαὶ προσοίσει ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα τῷ θεῷ τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον σὺν ταῖς ψόαις περιελεῖ αὐτό καὶ τὸ στέαρ τῆς κοιλίαςκαὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελώνἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ὀσμὴ εὐωδίας κάρπωμα κυρίῳἐὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ καὶ προσάξει ἔναντι κυρίουκαὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ σφάξουσιν αὐτὸ ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳκαὶ ἀνοίσει ἐπ᾽ αὐτοῦ κάρπωμα κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίαςκαὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ πᾶν τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖκαὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τῷ κυρίῳ πᾶν τὸ στέαρ τῷ κυρίῳνόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε

Läsinställningar


Bibelöversättningar

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Kommentarsverk