Predikaren 11

ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν ἐὰν πληρωθῶσιν τὰ νέφη ὑετοῦ ἐπὶ τὴν γῆν ἐκχέουσιν καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ τόπῳ οὗ πεσεῖται τὸ ξύλον ἐκεῖ ἔσται τηρῶν ἄνεμον οὐ σπερεῖ καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει ἐν οἷς οὐκ ἔστιν γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ ὅσα ποιήσει σὺν τὰ πάντα ἐν πρωίᾳ σπεῖρον τὸ σπέρμα σου καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει ἢ τοῦτο ἢ τοῦτο καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους ὅτι πολλαὶ ἔσονται πᾶν τὸ ἐρχόμενον ματαιότης εὐφραίνου νεανίσκε ἐν νεότητί σου καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου καὶ ἐν ὁράσει ὀφθαλμῶν σου καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης

Läsinställningar

Översättningar
Kommentarsverk
Inställningar
Användarinställningar

Bibelöversättningar

1917
B2000
SFB15
SKB-I
SKB-L
SRB
TORE
LXX
BLB
BSB
KJV