Psaltaren 20

εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε

Läsinställningar

Översättningar
Kommentarsverk
Inställningar
Användarinställningar

Bibelöversättningar

1917
B2000
SFB15
SKB-I
SKB-L
SRB
TORE
LXX
BLB
BSB
KJV