Tredje Moseboken 2


ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ κυρίῳ σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ καὶ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον θυσία ἐστίνκαὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερεῖς καὶ δραξάμενος ἀπ᾽ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳκαὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν κυρίουἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ δῶρον κυρίῳ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ ἄζυμα ἔσταικαὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίῳἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεταικαὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιῇ ἐκ τούτων τῷ κυρίῳ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριονἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳτὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίουπᾶσαν θυσίαν ἣν ἂν προσφέρητε κυρίῳ οὐ ποιήσετε ζυμωτόν πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ᾽ αὐτοῦ καρπῶσαι κυρίῳδῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ κυρίῳ ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳκαὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἅλαςἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογενημάτων τῷ κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ κυρίῳ καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογενημάτωνκαὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ᾽ αὐτὴν λίβανον θυσία ἐστίνκαὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς κάρπωμά ἐστιν κυρίῳ

Läsinställningar


Bibelöversättningar

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Kommentarsverk