Tredje Moseboken 11


καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγωνλαλήσατε τοῖς υἱοῖς Ισραηλ λέγοντες ταῦτα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆςπᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν ταῦτα φάγεσθεπλὴν ἀπὸ τούτων οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας τὸν κάμηλον ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο ὁπλὴν δὲ οὐ διχηλεῖ ἀκάθαρτον τοῦτο ὑμῖνκαὶ τὸν δασύποδα ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ ἀκάθαρτον τοῦτο ὑμῖνκαὶ τὸν χοιρογρύλλιον ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ ἀκάθαρτον τοῦτο ὑμῖνκαὶ τὸν ὗν ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν ἀκάθαρτον τοῦτο ὑμῖνἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε ἀκάθαρτα ταῦτα ὑμῖνκαὶ ταῦτα ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασιν καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις ταῦτα φάγεσθεκαὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἢ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι βδέλυγμά ἐστινκαὶ βδελύγματα ἔσονται ὑμῖν ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθεκαὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες τῶν ἐν τῷ ὕδατι βδέλυγμα τοῦτό ἐστιν ὑμῖνκαὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν καὶ οὐ βρωθήσεται βδέλυγμά ἐστιν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετονκαὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷκαὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷκαὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷκαὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἶβινκαὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνονκαὶ γλαῦκα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτερίδακαὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσαρα βδελύγματά ἐστιν ὑμῖνἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσαρα ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδᾶν ἐν αὐτοῖς ἐπὶ τῆς γῆςκαὶ ταῦτα φάγεσθε ἀπ᾽ αὐτῶν τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷπᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς ἐστιν τέσσαρες πόδες βδέλυγμά ἐστιν ὑμῖνκαὶ ἐν τούτοις μιανθήσεσθε πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέραςκαὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται ἀκάθαρτα ἔσονται ὑμῖν πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέραςκαὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσαρα ἀκάθαρτα ἔσται ὑμῖν πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέραςκαὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας ἀκάθαρτα ταῦτα ὑμῖν ἐστινκαὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς ἡ γαλῆ καὶ ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖοςμυγαλῆ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέραςκαὶ πᾶν ἐφ᾽ ὃ ἂν ἐπιπέσῃ ἀπ᾽ αὐτῶν τεθνηκότων αὐτῶν ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου πᾶν σκεῦος ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσταικαὶ πᾶν σκεῦος ὀστράκινον εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον ὅσα ἐὰν ἔνδον ᾖ ἀκάθαρτα ἔσται καὶ αὐτὸ συντριβήσεταικαὶ πᾶν βρῶμα ὃ ἔσθεται εἰς ὃ ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸ ὕδωρ ἀκάθαρτον ἔσται καὶ πᾶν ποτόν ὃ πίνεται ἐν παντὶ ἀγγείῳ ἀκάθαρτον ἔσταικαὶ πᾶν ὃ ἐὰν πέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό ἀκάθαρτον ἔσται κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται ἀκάθαρτα ταῦτά ἐστιν καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονταιπλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος ἔσται καθαρόν ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσταιἐὰν δὲ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον ὃ σπαρήσεται καθαρὸν ἔσταιἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό ἀκάθαρτόν ἐστιν ὑμῖνἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῖν τοῦτο φαγεῖν ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέραςκαὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςκαὶ πᾶν ἑρπετόν ὃ ἕρπει ἐπὶ τῆς γῆς βδέλυγμα τοῦτο ἔσται ὑμῖν οὐ βρωθήσεταικαὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς οὐ φάγεσθε αὐτό ὅτι βδέλυγμα ὑμῖν ἐστινκαὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖςὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆςὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιός εἰμι ἐγὼ κύριοςοὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆςδιαστεῖλαι ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα

Läsinställningar


Bibelöversättningar

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Kommentarsverk